Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ μὴ σέ τʼ αὐτὸν καὶ πόλιν διεργάσῃ.
Πολυνείκης
  1. ἀλλʼ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν
  2. στράτευμʼ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας;
Ἀντιγόνη
  1. τί δʼ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι
  2. πάτραν κατασκάψαντι κέρδος ἔρχεται;
Πολυνείκης
  1. αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντʼ ἐμὲ
  2. οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.
Ἀντιγόνη
  1. ὁρᾷς τὰ τοῦδʼ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει
  2. μαντεύμαθʼ, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;
Πολυνείκης
  1. χρῄζει γάρ· ἡμῖν δʼ οὐχὶ συγχωρητέα.
Ἀντιγόνη
  1. οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων
  2. τὰ τοῦδʼ ἕπεσθαι τἀνδρός, οἷʼ ἐθέσπισεν;
Πολυνείκης
  1. οὐκ ἀγγελοῦμεν φλαῦρʼ· ἐπεὶ στρατηλάτου
  2. χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.
Ἀντιγόνη
  1. οὕτως ἄρʼ, ὦ παῖ, ταῦτά σοι δεδογμένα;