Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι
- ἔξεσθʼ ἑταίρων, οὐδʼ ἀποστρέψαι πάλιν,
- ἀλλʼ ὄντʼ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.
- ὦ τοῦδʼ ὅμαιμοι παῖδες, ἀλλʼ ὑμεῖς, ἐπεὶ
- τὰ σκληρὰ πατρὸς κλύετε ταῦτʼ ἀρωμένου,
- μή τοί με πρὸς θεῶν σφώ γʼ, ἐὰν αἱ τοῦδʼ ἀραὶ
- πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους
- νόστος γένηται, μή μʼ ἀτιμάσητέ γε,
- ἀλλʼ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν.
- καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον
- τοῦδʼ, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα
- ἔτʼ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.
- Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.
- ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε.
- στρέψαι στράτευμʼ ἐς Ἄργος ὡς τάχιστά γε,
- καὶ μὴ σέ τʼ αὐτὸν καὶ πόλιν διεργάσῃ.
- ἀλλʼ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν
- στράτευμʼ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας;
- τί δʼ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι
- πάτραν κατασκάψαντι κέρδος ἔρχεται;