Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.
- σὺ δʼ ἔρρʼ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ,
- κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς,
- ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου
- δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε
- τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ
- θανεῖν κτανεῖν θʼ ὑφʼ οὗπερ ἐξελήλασαι.
- τοιαῦτʼ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου
- στυγνὸν πατρῷον ἔρεβος, ὥς σʼ ἀποικίσῃ,
- καλῶ δὲ τάσδε δαίμονας, καλῶ δʼ Ἄρη
- τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.
- καὶ ταῦτʼ ἀκούσας στεῖχε, κἀξάγγελλʼ ἰὼν
- καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θʼ ἅμα
- πιστοῖσι συμμάχοισιν, οὕνεκʼ Οἰδίπους
- τοιαῦτʼ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.
- Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς
- ξυνήδομαί σοι, νῦν τʼ ἴθʼ ὡς τάχος πάλιν.
- οἴμοι κελεύθου τῆς τʼ ἐμῆς δυσπραξίας,
- οἴμοι δʼ ἑταίρων· οἷον ἆρʼ ὁδοῦ τέλος
- Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,