Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον,
- σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενος
- ἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον.
- εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς
- τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·
- νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί,
- αἵδʼ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·
- ὑμεῖς δʼ ἀπʼ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.
- τοιγάρ σʼ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πω
- ὡς αὐτίκʼ, εἴπερ οἵδε κινοῦνται λόχοι
- πρὸς ἄστυ Θήβης. οὐ γὰρ ἔσθʼ ὅπως πόλιν
- κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι
- πεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου.
- τοιάσδʼ ἀρὰς σφῷν πρόσθε τʼ ἐξανῆκʼ ἐγὼ
- νῦν τʼ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,
- ἵνʼ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν
- καὶ μὴ ʼξατιμάζητον, εἰ τυφλοῦ πατρὸς
- τοιώδʼ ἐφύτην· αἵδε γὰρ τάδʼ οὐκ ἔδρων.
- τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους
- κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος