Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πρὸς ἄστυ Θήβης. οὐ γὰρ ἔσθʼ ὅπως πόλιν
  2. κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι
  3. πεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου.
  4. τοιάσδʼ ἀρὰς σφῷν πρόσθε τʼ ἐξανῆκʼ ἐγὼ
  5. νῦν τʼ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,
  6. ἵνʼ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν
  7. καὶ μὴ ʼξατιμάζητον, εἰ τυφλοῦ πατρὸς
  8. τοιώδʼ ἐφύτην· αἵδε γὰρ τάδʼ οὐκ ἔδρων.
  9. τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους
  10. κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος
  11. Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.
  12. σὺ δʼ ἔρρʼ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ,
  13. κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς,
  14. ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου
  15. δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε