Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,
  2. ἃς νῦν δακρύεις εἰσορῶν, ὅτʼ ἐν πόνῳ
  3. ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.
  4. οὐ κλαυστὰ δʼ ἐστίν, ἀλλʼ ἐμοὶ μὲν οἰστέα
  5. τάδʼ, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·
  6. σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον,
  7. σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενος
  8. ἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον.
  9. εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς
  10. τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·
  11. νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί,
  12. αἵδʼ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·
  13. ὑμεῖς δʼ ἀπʼ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.
  14. τοιγάρ σʼ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πω
  15. ὡς αὐτίκʼ, εἴπερ οἵδε κινοῦνται λόχοι