Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ
  2. θανεῖν κτανεῖν θʼ ὑφʼ οὗπερ ἐξελήλασαι.
  3. τοιαῦτʼ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου
  4. στυγνὸν πατρῷον ἔρεβος, ὥς σʼ ἀποικίσῃ,
  5. καλῶ δὲ τάσδε δαίμονας, καλῶ δʼ Ἄρη
  6. τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.
  7. καὶ ταῦτʼ ἀκούσας στεῖχε, κἀξάγγελλʼ ἰὼν
  8. καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θʼ ἅμα
  9. πιστοῖσι συμμάχοισιν, οὕνεκʼ Οἰδίπους
  10. τοιαῦτʼ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.
Χορός
  1. Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς
  2. ξυνήδομαί σοι, νῦν τʼ ἴθʼ ὡς τάχος πάλιν.
Πολυνείκης
  1. οἴμοι κελεύθου τῆς τʼ ἐμῆς δυσπραξίας,
  2. οἴμοι δʼ ἑταίρων· οἷον ἆρʼ ὁδοῦ τέλος
  3. Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,