Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὥστʼ ἐν δόμοισι τοῖσι σοῖς στήσω σʼ ἄγων.
- στήσω δʼ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.
- καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι
- κομπεῖν, ἄνευ σοῦ δʼ οὐδὲ σωθῆναι σθένω.
- τὸν ἄνδρα τοῦ πέμψαντος οὕνεκʼ, Οἰδίπους
- εἰπὼν ὁποῖα ξύμφορʼ ἔκπεμψαι πάλιν.
- ἀλλʼ εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονός
- μὴ ʼτύγχανʼ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ
- Θησεύς, δικαιῶν ὥστʼ ἐμοῦ κλύειν λόγους,
- οὔ τἄν ποτʼ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·
- νῦν δʼ ἀξιωθεὶς εἶσι κἀκούσας γʼ ἐμοῦ
- τοιαῦθʼ ἃ τὸν τοῦδʼ οὔ ποτʼ εὐφρανεῖ βίον·
- ὅς γʼ, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,
- ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει,
- τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδʼ ἀπήλασας
- κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,
- ἃς νῦν δακρύεις εἰσορῶν, ὅτʼ ἐν πόνῳ
- ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.
- οὐ κλαυστὰ δʼ ἐστίν, ἀλλʼ ἐμοὶ μὲν οἰστέα
- τάδʼ, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·