Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος·
  2. ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ
  3. πότμου φυτευθείς, σός γέ τοι καλούμενος,
  4. ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.
  5. οἵ σʼ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,
  6. ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοι
  7. μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ
  8. τῷδʼ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,
  9. ὅς μʼ ἐξέωσε κἀπεσύλησεν πάτρας.
  10. εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων,
  11. οἷς ἂν σὺ προσθῇ, τοῖσδʼ ἔφασκʼ εἶναι κράτος.
  12. πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίων
  13. αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ
  14. πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ.
  15. ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε
  16. κἀγώ, τὸν αὐτὸν δαίμονʼ ἐξειληχότες.
  17. ὁ δʼ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ,
  18. κοινῇ καθʼ ἡμῶν ἐγγελῶν ἁβρύνεται·
  19. ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσει φρενί,
  20. βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.