Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας
  2. ἔστησʼ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας
  3. πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,
  4. ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον
  5. ξὺν τοῖσδʼ ἀγείρας ἢ θάνοιμι πανδίκως
  6. ἢ τοὺς τάδʼ ἐκπράξαντας ἐκβάλοιμι γῆς.
  7. εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ;
  8. σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων
  9. αὐτός τʼ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν,
  10. οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε
  11. λόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν·
  12. οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν
  13. δόρει κρατύνων, πρῶτα δʼ οἰωνῶν ὁδοῖς·
  14. ὁ δεύτερος δʼ Αἰτωλὸς Οἰνέως τόκος
  15. Τυδεύς. τρίτος δʼ Ἐτέοκλος, Ἀργεῖος γεγώς·
  16. τέταρτον Ἱππομέδοντʼ ἀπέστειλεν πατὴρ
  17. Ταλαός· ὁ πέμπτος δʼ εὔχεται κατασκαφῇ
  18. Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·
  19. ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,
  20. ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ