Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἢ δυσχεράναντʼ ἢ κατοικτίσαντά πως,
  2. παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.
Πολυνείκης
  1. ἀλλʼ ἐξερῶ· καλῶς γὰρ ἐξηγεῖ σύ μοι·
  2. πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος
  3. ἀρωγόν, ἔνθεν μʼ ὧδʼ ἀνέστησεν μολεῖν
  4. ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ
  5. λέξαι τʼ ἀκοῦσαί τʼ ἀσφαλεῖ σὺν ἐξόδῳ.
  6. καὶ ταῦτʼ ἀφʼ ὑμῶν, ὧ ξένοι, βουλήσομαι
  7. καὶ ταῖνδʼ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί.
  8. ἃ δʼ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ.
  9. γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,
  10. τοῖς σοῖς πανάρχοις οὕνεκʼ ἐνθακεῖν θρόνοις
  11. γονῇ πεφυκὼς ἠξίουν γεραίτερος.
  12. ἀνθʼ ὧν μʼ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος,
  13. γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ
  14. οὔτʼ εἰς ἔλεγχον χειρὸς οὐδʼ ἔργου μολών,
  15. πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲν
  16. τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω.
  17. ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω.
  18. ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,