Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀδελφὰ δʼ, ὡς ἔοικε, τούτοισιν φορεῖ
  2. τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.
  3. ἁγὼ πανώλης ὄψʼ ἄγαν ἐκμανθάνω·
  4. καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς
  5. ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ʼξ ἄλλων πύθῃ.
  6. ἀλλʼ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων
  7. Αἰδὼς ἐπʼ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ,
  8. παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων
  9. ἄκη μέν ἐστι, προσφορὰ δʼ οὐκ ἔστʼ ἔτι.
  10. τί σιγᾷς;
  11. φώνησον, ὦ πάτερ, τι· μή μʼ ἀποστραφῇς.
  12. οὐδʼ ἀνταμείβει μʼ οὐδέν, ἀλλʼ ἀτιμάσας
  13. πέμψεις ἄναυδος, οὐδʼ ἃ μηνίεις φράσας;
  14. ὦ σπέρματʼ ἀνδρὸς τοῦδʼ, ἐμαὶ δʼ ὁμαίμονες,
  15. πειράσατʼ ἀλλʼ ὑμεῖς γε κινῆσαι πατρὸς
  16. τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα,
  17. ὡς μή μʼ ἄτιμον, τοῦ θεοῦ γε προστάτην,
  18. οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.
Ἀντιγόνη
  1. λέγʼ, ὦ ταλαίπωρʼ, αὐτὸς ὧν χρείᾳ πάρει·
  2. τὰ πολλὰ γάρ τοι ῥήματʼ ἢ τέρψαντά τι,