Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- δειναὶ κυματοαγεῖς
- ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,
- αἱ μὲν ἀπʼ ἀελίου δυσμᾶν,
- αἱ δʼ ἀνατέλλοντος·
- αἱ δʼ ἀνὰ μέσσαν ἀκτῖνʼ,
- αἱ δʼ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.
- καὶ μὴν ὅδʼ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος
- ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, διʼ ὄμματος
- ἀστακτὶ λείβων δάκρυον ὧδʼ ὁδοιπορεῖ.
- τίς οὗτος;
- ὅνπερ καὶ πάλαι κατείχομεν
- γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.
- οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ
- πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδʼ ὁρῶν
- πατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸς
- σὺν σφῷν ἐφηύρηκʼ ἐνθάδʼ ἐκβεβλημένον
- ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς
- γέρων γέροντι συγκατῴκηκεν πίνος
- πλευρὰν μαραίνων, κρατὶ δʼ ὀμματοστερεῖ
- κόμη διʼ αὔρας ἀκτένιστος ᾄσσεται·