Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- λύπας ἐγγυτέρω, τὰ τέρποντα δʼ οὐκ ἂν ἴδοις ὅπου,
- ὅταν τις ἐς πλέον πέσῃ
- τοῦ δέοντος· ὁ δʼ ἐπίκουρος ἰσοτέλεστος,
- Ἄϊδος ὅτε μοῖρʼ ἀνυμέναιος
- ἄλυρος ἄχορος ἀναπέφηνε,
- θάνατος ἐς τελευτάν.
- μὴ φῦναι τὸν ἅπαντα νικᾷ λόγον· τὸ δʼ, ἐπεὶ φανῇ,
- βῆναι κεῖθεν ὅθεν περ ἥκει,
- πολὺ δεύτερον, ὡς τάχιστα.
- ὡς εὖτʼ ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον,
- τίς πλαγὰ πολύμοχθος ἔξω; τίς οὐ καμάτων ἔνι;
- φθόνος, στάσεις, ἔρις, μάχαι
- καὶ φόνοι· τό τε κατάμεμπτον ἐπιλέλογχε
- πύματον ἀκρατὲς ἀπροσόμιλον
- γῆρας ἄφιλον, ἵνα πρόπαντα
- κακὰ κακῶν ξυνοικεῖ.
- ἐν ᾧ τλάμων ὅδʼ, οὐκ ἐγὼ μόνος,
- πάντοθεν βόρειος ὥς τις
- ἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται,
- ὣς καὶ τόνδε κατʼ ἄκρας