Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- σὺ δʼ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει
- πατρῷα καὶ μητρῷα πήμαθʼ ἅπαθες·
- κἂν κεῖνα λεύσσῃς, οἶδʼ ἐγώ, γνώσει κακοῦ
- θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται.
- ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα,
- τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος.
- ἀλλʼ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸν
- δίκαια προσχρῄζουσιν, οὐδʼ αὐτὸν μὲν εὖ
- πάσχειν, παθόντα δʼ οὐκ ἐπίστασθαι τίνειν.
- τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με
- λέγοντες· ἔστω δʼ οὖν ὅπως ὑμῖν φίλον.
- μόνον, ξένʼ, εἴπερ κεῖνος ὧδʼ ἐλεύσεται,
- μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε.
- ἅπαξ τὰ τοιαῦτʼ, οὐχὶ δὶς χρῄζω κλύειν,
- ὦ πρέσβυ. κομπεῖν δʼ οὐχὶ βούλομαι· σὺ δʼ ὢν
- σῶς ἴσθʼ, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν.
- ὅστις τοῦ πλέονος μέρους χρῄζει τοῦ μετρίου παρεὶς
- ζώειν, σκαιοσύναν φυλάσσων
- ἐν ἐμοὶ κατάδηλος ἔσται.
- ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴ