Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τί δʼ; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ
- χρῄζεις; τί σοι τοῦτʼ ἐστὶ λυπηρὸν κλύειν;
- ἔχθιστον, ὦναξ, φθέγμα τοῦθʼ ἥκει πατρί·
- καὶ μή μʼ ἀνάγκῃ προσβάλῃς τάδʼ εἰκαθεῖν.
- ἀλλʼ εἰ τὸ θάκημʼ ἐξαναγκάζει, σκόπει
- μή σοι πρόνοιʼ ᾖ τοῦ θεοῦ φυλακτέα.
- πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.
- τὸν ἄνδρʼ ἔασον τόνδε τῇ θʼ αὑτοῦ φρενὶ
- χάριν παρασχεῖν τῷ θεῷ θʼ ἃ βούλεται,
- καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν.
- οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει
- γνώμης, ἃ μή σοι συμφέροντα λέξεται.
- λόγων δʼ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς
- ηὑρημένʼ ἔργα τῷ λόγῳ μηνύεται.
- ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε
- τὰ τῶν κακίστων δυσσεβέστατʼ, ὦ πάτερ,
- θέμις σέ γʼ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς.
- ἀλλʼ ἔασον· εἰσὶ χἀτέροις γοναὶ κακαὶ
- καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι
- φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν.