Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως
- βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρʼ ᾧ
- θύων ἔκυρον, ἡνίχʼ ὡρμώμην ἐγώ.
- ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι·
- οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι,
- βραχύν τινʼ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.
- ποῖόν τινʼ; οὐ γὰρ ἥδʼ ἕδρα σμικροῦ λόγου.
- σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον
- αἰτεῖν ἀπελθεῖν τʼ ἀσφαλῶς τῆς δεῦρʼ ὁδοῦ.
- τίς δῆτʼ ἂν εἴη τήνδʼ ὁ προσθακῶν ἕδραν;
- ὅρα κατʼ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς
- ἔσθʼ, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.
- ὦ φίλτατε, σχὲς οὗπερ εἶ.
- τί δʼ ἔστι σοι;
- μή μου δεηθῇς.
- πράγματος ποίου; λέγε.
- ἔξοιδʼ ἀκούων τῶνδʼ ὅς ἐσθʼ ὁ προστάτης.
- καὶ τίς ποτʼ ἐστὶν ὅν γʼ ἐγὼ ψέξαιμί τι;
- παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ
- ἄλγιστʼ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.