Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. σὺ δʼ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου
  2. μέλου δικαίως, ὥσπερ ἐς τόδʼ ἡμέρας.
Θησεύς
  1. οὔτʼ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,
  2. τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω,
  3. οὔτʼ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδʼ ἔπη.
  4. βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει.
  5. οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν
  6. λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.
  7. δείκνυμι δʼ· ὧν γὰρ ὤμοσʼ οὐκ ἐψευσάμην
  8. οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμʼ ἄγων
  9. ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.
  10. χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην
  11. κομπεῖν, ἅ γʼ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών;
  12. λόγος δʼ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ
  13. στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ
  14. σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·
  15. πρᾶγος δʼ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.
Οἰδίπους
  1. τί δʼ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με
  2. ὡς μὴ εἰδότʼ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει.
Θησεύς
  1. φασίν τινʼ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν