Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὅδʼ ἔσθʼ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,
- οὗ κἄστι τοὔργον· τοὐμὸν ὧδʼ ἔσται βραχύ.
- ὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς
- τέκνʼ εἰ φανέντʼ ἄελπτα μηκύνω λόγον.
- ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι
- τέρψιν παρʼ ἄλλου μηδενὸς πεφασμένην·
- σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν.
- καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,
- αὐτῷ τε καὶ γῇ τῇδʼ, ἐπεὶ τό γʼ εὐσεβὲς
- μόνοις παρʼ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ
- καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.
- εἰδὼς δʼ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·
- ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν·
- καί μοι χέρʼ, ὦναξ, δεξιὰν ὄρεξον, ὡς
- ψαύσω φιλήσω τʼ, εἰ θέμις, τὸ σὸν κάρα.
- καίτοι τί φωνῶ; πῶς σʼ ἂν ἄθλιος γεγὼς
- θιγεῖν θελήσαιμʼ ἀνδρός, ᾧ τίς οὐκ ἔνι
- κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,
- οὐδʼ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν
- μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.