Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;
- ὦ τέκνον, ἦ πάρεστον;
- αἵδε γὰρ χέρες
- Θησέως ἔσωσαν φιλτάτων τʼ ὀπαόνων.
- προσέλθετʼ ὦ παῖ, πατρὶ καὶ τὸ μηδαμὰ
- ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε.
- αἰτεῖς ἃ τεύξει· σὺν πόθῳ γὰρ ἡ χάρις.
- ποῦ δῆτα, ποῦ ʼστόν;
- αἵδʼ ὁμοῦ πελάζομεν.
- ὦ φίλτατʼ ἔρνη.
- τῷ τεκόντι πᾶν φίλον.
- ὦ σκῆπτρα φωτός.
- δυσμόρου γε δύσμορα.
- ἔχω τὰ φίλτατʼ, οὐδʼ ἔτʼ ἂν πανάθλιος
- θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.
- ἐρείσατʼ, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον
- ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον
- τοῦ πρόσθʼ ἐρήμου τοῦδε δυστήνου πλάνου.
- καί μοι τὰ πραχθέντʼ εἴπαθʼ ὡς βράχιστʼ, ἐπεὶ
- ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.