Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πᾶσα δʼ ὁρμᾶται καθεῖσʼ
- ἀμπυκτήρια στομίων
- ἄμβασις, οἳ τὰν ἱππίαν
- τιμῶσιν Ἀθάναν
- καὶ τὸν πόντιον γαιάοχον
- Ῥέας φίλον υἱόν.
- ἔρδουσʼ ἢ μέλλουσιν; ὡς
- προμνᾶταί τί μοι
- γνώμα τάχʼ ἀντάσειν
- τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν πρὸς αὐθαίμων πάθη.
- τελεῖ τελεῖ Ζεύς τι κατʼ ἆμαρ
- μάντις εἴμʼ ἐσθλῶν ἀγώνων.
- εἴθʼ ἀελλαία ταχύρρωστος πελειὰς
- αἰθερίας νεφέλας κύρσαιμʼ ἄνωθʼ ἀγώνων
- αἰωρήσασα τοὐμὸν ὄμμα.