Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἰὼ θεῶν πάνταρχε, παντ-
  2. όπτα Ζεῦ, πόροις
  3. γᾶς τᾶσδε δαμούχοις
  4. σθένει ʼπινικείῳ τὸν εὔαγρον τελειῶσαι λόχον,
  5. σεμνά τε παῖς Παλλὰς Ἀθάνα.
  6. καὶ τὸν ἀγρευτὰν Ἀπόλλω
  7. καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν
  8. ὠκυπόδων ἐλάφων στέργω διπλᾶς ἀρωγὰς
  9. μολεῖν γᾷ τᾷδε καὶ πολίταις.
  10. ὦ ξεῖνʼ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς
  11. ὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶ
  12. τάσδʼ ἆσσον αὖθις ὧδε προσπολουμένας.
Οἰδίπους
  1. ποῦ ποῦ; τί φής; πῶς εἶπας;
Ἀντιγόνη
  1. ὦ πάτερ πάτερ,
  2. τίς ἂν θεῶν σοι τόνδʼ ἄριστον ἄνδρʼ ἰδεῖν