Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κλῂς ἐπὶ γλώσσᾳ βέβακε
  2. προσπόλων Εὐμολπιδᾶν·
  3. ἔνθʼ οἶμαι τὸν ἐγρεμάχαν
  4. Θησέα καὶ τὰς διστόλους
  5. ἀδμῆτας ἀδελφὰς
  6. αὐτάρκει τάχʼ ἐμμίξειν βοᾷ
  7. τούσδʼ ἀνὰ χώρους·
Χορός
  1. ἤ που τὸν ἐφεσπέρου
  2. πέτρας νιφάδος πελῶσʼ
  3. Οἰάτιδος εἰς νόμον,
  4. πώλοισιν ἢ ῥιμφαρμάτοις
  5. φεύγοντες ἁμίλλαις.
  6. ἁλώσεται· δεινὸς ὁ προσχώρων Ἄρης,
  7. δεινὰ δὲ Θησειδᾶν ἀκμά.
  8. πᾶς γὰρ ἀστράπτει χαλινός,