Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὐδὲν σὺ μεμπτὸν ἐνθάδʼ ὢν ἐρεῖς ἐμοί·
  2. οἴκοι δὲ χἠμεῖς εἰσόμεσθʼ ἃ χρὴ ποεῖν.
Θησεύς
  1. χωρῶν ἀπείλει νῦν· σὺ δʼ ἡμίν, Οἰδίπους,
  2. ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,
  3. ἢν μὴ θάνω ʼγὼ πρόσθεν, οὐχὶ παύσομαι
  4. πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.
Οἰδίπους
  1. ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν
  2. καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.
Χορός
  1. εἴην ὅθι δαΐων
  2. ἀνδρῶν τάχʼ ἐπιστροφαὶ
  3. τὸν χαλκοβόαν Ἄρη
  4. μείξουσιν, ἢ πρὸς Πυθίαις
  5. ἢ λαμπάσιν ἀκταῖς,
  6. οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη
  7. θνατοῖσιν, ὧν καὶ χρυσέα
  8. κλῂς ἐπὶ γλώσσᾳ βέβακε
  9. προσπόλων Εὐμολπιδᾶν·
  10. ἔνθʼ οἶμαι τὸν ἐγρεμάχαν
  11. Θησέα καὶ τὰς διστόλους
  12. ἀδμῆτας ἀδελφὰς