Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. αὐτάρκει τάχʼ ἐμμίξειν βοᾷ
  2. τούσδʼ ἀνὰ χώρους·
Χορός
  1. ἤ που τὸν ἐφεσπέρου
  2. πέτρας νιφάδος πελῶσʼ
  3. Οἰάτιδος εἰς νόμον,
  4. πώλοισιν ἢ ῥιμφαρμάτοις
  5. φεύγοντες ἁμίλλαις.
  6. ἁλώσεται· δεινὸς ὁ προσχώρων Ἄρης,
  7. δεινὰ δὲ Θησειδᾶν ἀκμά.
  8. πᾶς γὰρ ἀστράπτει χαλινός,
  9. πᾶσα δʼ ὁρμᾶται καθεῖσʼ
  10. ἀμπυκτήρια στομίων
  11. ἄμβασις, οἳ τὰν ἱππίαν
  12. τιμῶσιν Ἀθάναν
  13. καὶ τὸν πόντιον γαιάοχον
  14. Ῥέας φίλον υἱόν.
Χορός
  1. ἔρδουσʼ ἢ μέλλουσιν; ὡς
  2. προμνᾶταί τί μοι
  3. γνώμα τάχʼ ἀντάσειν
  4. τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν πρὸς αὐθαίμων πάθη.