Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- Ζεύς, ᾧ δέδοκται ταῦθʼ· ὑπηρετῶ δʼ ἐγώ.
- ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·
- θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
- οὔκ, ἀλλʼ ἀληθεῖς· ἡ δʼ ὁδὸς πορευτέα.
- οὔ φημʼ.
- ἐγὼ δέ φημι. πειστέον τάδε.
- οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶς
- πατὴρ ἄρʼ ἐξέφυσεν οὐδʼ ἐλευθέρους.
- οὔκ, ἀλλʼ ὁμοίους τοῖς ἀρίστοισιν, μεθʼ ὧν
- Τροίαν σʼ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
- οὐδέποτέ γʼ· οὐδʼ ἢν χρῇ με πᾶν παθεῖν κακόν,
- ἕως ἂν ᾖ μοι γῆς τόδʼ αἰπεινὸν βάθρον.
- τί δʼ ἐργασείεις;
- κρᾶτʼ ἐμὸν τόδʼ αὐτίκα
- πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.
- ξυλλάβετον αὐτόν· μὴ ʼπὶ τῷδʼ ἔστω τάδε.
- ὦ χεῖρες, οἷα πάσχετʼ ἐν χρείᾳ φίλης
- νευρᾶς, ὑπʼ ἀνδρὸς τοῦδε συνθηρώμεναι.
- ὦ μηδὲν ὑγιὲς μηδʼ ἐλεύθερον φρονῶν,
- οἷʼ αὖ μʼ ὑπῆλθες, ὥς μʼ ἐθηράσω, λαβὼν