Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. πρόβλημα σαυτοῦ παῖδα τόνδʼ ἀγνῶτʼ ἐμοί,
  2. ἀνάξιον μὲν σοῦ, κατάξιον δʼ ἐμοῦ,
  3. ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν,
  4. δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων
  5. οἷς τʼ αὐτὸς ἐξήμαρτεν οἷς τʼ ἐγὼ ʼπαθον.
  6. ἀλλʼ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσʼ ἀεὶ
  7. ψυχή νιν ἀφυῆ τʼ ὄντα κοὐ θέλονθʼ ὅμως
  8. εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.
  9. καὶ νῦν ἔμʼ, ὦ δύστηνε, συνδήσας νοεῖς
  10. ἄγειν ἀπʼ ἀκτῆς τῆσδʼ, ἐν ᾗ με προυβάλου
  11. ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ.
  12. ὄλοιο· καί σοι πολλάκις τόδʼ ηὐξάμην.
  13. ἀλλʼ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι,
  14. σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δʼ ἀλγύνομαι
  15. τοῦτʼ αὔθʼ, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,
  16. γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως
  17. διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθʼ ὑπηρετεῖς.
  18. καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς
  19. ἔπλεις ἅμʼ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον,
  20. ἑκόντα πλεύσανθʼ ἑπτὰ ναυσὶ ναυβάτην,