Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οἷς εἰκὸς ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.
Νεοπτόλεμος
  1. τί δρῶμεν, ἄνδρες;
Ὀδυσσεύς
  1. ὦ κάκιστʼ ἀνδρῶν, τί δρᾷς;
  2. οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτʼ ἐμοὶ πάλιν;
Φιλοκτήτης
  1. οἴμοι, τίς ἁνήρ; ἆρʼ Ὀδυσσέως κλύω;
Ὀδυσσεύς
  1. Ὀδυσσέως, σάφʼ ἴσθʼ, ἐμοῦ γʼ, ὃν εἰσορᾷς.
Φιλοκτήτης
  1. οἴμοι· πέπραμαι κἀπόλωλʼ· ὅδʼ ἦν ἄρα
  2. ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.
Ὀδυσσεύς
  1. ἐγώ, σάφʼ ἴσθʼ, οὐκ ἄλλος· ὁμολογῶ τάδε.
Φιλοκτήτης
  1. ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.
Ὀδυσσεύς
  1. τοῦτο μέν,
  2. οὐδʼ ἢν θέλῃ, δράσει ποτʼ· ἀλλὰ καὶ σὲ δεῖ
  3. στείχειν ἅμʼ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
Φιλοκτήτης
  1. ἔμʼ, ὦ κακῶν κάκιστε καὶ τολμήστατε,
  2. οἵδʼ ἐκ βίας ἄξουσιν;
Ὀδυσσεύς
  1. ἢν μὴ ἕρπῃς ἑκών.
Φιλοκτήτης
  1. ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
  2. Ἡφαιστότευκτον, ταῦτα δῆτʼ ἀνασχετά,
  3. εἴ μʼ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
Ὀδυσσεύς
  1. Ζεύς ἐσθʼ, ἵνʼ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,