Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·
  2. ἀλλʼ αὐανοῦμαι τῷδʼ ἐν αὐλίῳ μόνος,
  3. οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρʼ ὀρειβάτην
  4. τόξοις ἐναίρων τοισίδʼ, ἀλλʼ αὐτὸς τάλας
  5. θανὼν παρέξω δαῖθʼ ὑφʼ ὧν ἐφερβόμην,
  6. καί μʼ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
  7. φόνον φόνου δὲ ῥύσιον τίσω τάλας
  8. πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
  9. ὄλοιο—μή πω, πρὶν μάθοιμʼ εἰ καὶ πάλιν
  10. γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.
Χορός
  1. τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,
  2. ἤδη ʼστὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
Νεοπτόλεμος
  1. ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις
  2. τοῦδʼ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
Φιλοκτήτης
  1. ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς
  2. σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.
Νεοπτόλεμος
  1. οἴμοι, τί δράσω; μή ποτʼ ὤφελον λιπεῖν
  2. τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι.
Φιλοκτήτης
  1. οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δʼ ἀνδρῶν μαθὼν
  2. ἔοικας ἥκειν αἰσχρά· νῦν δʼ ἄλλοισι δοὺς