Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ.
- ὤμοι τάλας. ἀλλʼ οὐδὲ προσφωνεῖ μʼ ἔτι,
- ἀλλʼ ὡς μεθήσων μήποθʼ, ὧδʼ ὁρᾷ πάλιν.
- ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
- θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
- ὑμῖν τάδʼ, οὐ γὰρ ἄλλον οἶδʼ ὅτῳ λέγω,
- ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
- οἷʼ ἔργʼ ὁ παῖς μʼ ἔδρασεν οὑξ Ἀχιλλέως·
- ὀμόσας ἀπάξειν οἴκαδʼ, ἐς Τροίαν μʼ ἄγει·
- προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου
- ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
- καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει·
- ὡς ἄνδρʼ ἑλὼν ἰσχυρόν ἐκ βίας μʼ ἄγει,
- κοὐκ οἶδʼ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν,
- εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε
- εἷλέν μʼ· ἐπεὶ οὐδʼ ἂν ὧδʼ ἔχοντʼ, εἰ μὴ δόλῳ.
- νῦν δʼ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;
- ἀλλʼ ἀπόδος, ἀλλὰ νῦν ἔτʼ ἐν σαυτῷ γενοῦ.
- τί φής; σιωπᾷς; οὐδέν εἰμʼ ὁ δύσμορος.
- ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν