Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν
  2. πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
Φιλοκτήτης
  1. οἴμοι, τί εἶπας;
Νεοπτόλεμος
  1. μὴ στέναζε, πρὶν μάθῃς.
Φιλοκτήτης
  1. ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε;
Νεοπτόλεμος
  1. σῶσαι κακοῦ μὲν πρῶτα τοῦδʼ, ἔπειτα δὲ
  2. ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών.
Φιλοκτήτης
  1. καὶ ταῦτʼ ἀληθῆ δρᾶν νοεῖς;
Νεοπτόλεμος
  1. πολλὴ κρατεῖ
  2. τούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων.
Φιλοκτήτης
  1. ἀπόλωλα τλήμων, προδέδομαι. τί μʼ, ὦ ξένε,
  2. δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι.
Νεοπτόλεμος
  1. ἀλλʼ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν
  2. τό τʼ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.
Φιλοκτήτης
  1. ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας
  2. δεινῆς τέχνημʼ ἔχθιστον, οἷά μʼ εἰργάσω,
  3. οἷʼ ἠπάτηκας· οὐδʼ ἐπαισχύνει μʼ ὁρῶν
  4. τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;
  5. ἀπεστέρηκας τὸν βίον τὰ τόξʼ ἑλών.
  6. ἀπόδος, ἱκνοῦμαί σʼ, ἀπόδος, ἱκετεύω, τέκνον·