Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- παπαῖ· τί δῆτʼ ἂν δρῷμʼ ἐγὼ τοὐνθένδε γε;
- τί δʼ ἔστιν, ὦ παῖ; ποῖ ποτʼ ἐξέβης λόγῳ;
- οὐκ οἶδʼ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.
- ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγʼ, ὦ τέκνον, τάδε.
- ἀλλʼ ἐνθάδʼ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.
- οὐ δή σε δυσχέρεια τοῦ νοσήματος
- ἔπεισεν ὥστε μή μʼ ἄγειν ναύτην ἔτι;
- ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν
- ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.
- ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε
- δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρʼ ἐπωφελῶν.
- αἰσχρὸς φανοῦμαι· τοῦτʼ ἀνιῶμαι πάλαι.
- οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δʼ αὐδᾷς ὀκνῶ.
- ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,
- κρύπτων θʼ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστʼ ἐπῶν;
- ἁνὴρ ὅδʼ, εἰ μὴ ʼγὼ κακὸς γνώμων ἔφυν,
- προδούς μʼ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
- λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴ
- πέμπω σε μᾶλλον, τοῦτʼ ἀνιῶμαι πάλαι.
- τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.