Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὦ τέκνον, ἡ σή, πάντα ταῦτʼ ἐν εὐχερεῖ
  2. ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.
  3. καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
  4. λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
  5. σύ μʼ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,
  6. ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ,
  7. ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν.
Νεοπτόλεμος
  1. ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδα
  2. ἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι·
  3. ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σου
  4. πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.
  5. νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,
  6. οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,
  7. ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν.
Φιλοκτήτης
  1. αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς·
  2. τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇ
  3. ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ
  4. ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.
Νεοπτόλεμος
  1. ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου.
Φιλοκτήτης
  1. θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος.