Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὖρός τοι, τέκνον, οὖρος·
- ἁνὴρ δʼ ἀνόμματος οὐδʼ ἔχων
- ἀρωγὰν ἐκτέταται νύχιος,
- ʽἁ̓λεὴς ὕπνος ἐσθλός,ʼ
- οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων,
- ἀλλά τις ὡς Ἀΐδᾳ παρακείμενος.
- ὅρα, βλέπʼ εἰ καίρια
- φθέγγει· τὸ δʼ ἁλώσιμον
- ἐμᾷ φροντίδι, παῖ,
- πόνος ὁ μὴ φοβῶν κράτιστος.
- σιγᾶν κελεύω μηδʼ ἀφεστάναι φρενῶν·
- κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.
- ὦ φέγγος ὕπνου διάδοχον τό τʼ ἐλπίδων
- ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων.
- οὐ γάρ ποτʼ, ὦ παῖ, τοῦτʼ ἂν ἐξηύχησʼ ἐγώ,
- τλῆναί σʼ ἐλεινῶς ὧδε τἀμὰ πήματα
- μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.
- οὔκουν Ἀτρεῖδαι τοῦτʼ ἔτλησαν εὐφόρως
- οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
- ἀλλʼ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,