Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- μέθες ποτέ.
- οὔ φημʼ ἐάσειν.
- ἀπό μʼ ὀλεῖς, ἢν προσθίγῃς.
- καὶ δὴ μεθίημʼ, εἴ τι δὴ πλέον φρονεῖς.
- ὦ γαῖα, δέξαι θανάσιμόν μʼ ὅπως ἔχω
- τὸ γὰρ κακὸν τόδʼ οὐκέτʼ ὀρθοῦσθαί μʼ ἐᾷ.
- τὸν ἄνδρʼ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
- ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε·
- ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
- μέλαινά τʼ ἄκρου τις παρέρρωγεν ποδὸς
- αἱμορραγὴς φλέψ. ἀλλʼ ἐάσωμεν, φίλοι,
- ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.
- Ὕπνʼ ὀδύνας ἀδαής, Ὕπνε δʼ ἀλγέων,
- εὐαὲς ἡμῖν ἔλθοις,
- εὐαίων εὐαίων, ὦναξ·
- ὄμμασι δʼ ἀντίσχοις
- τάνδʼ αἴγλαν, ἃ τέταται τανῦν.
- ἴθι ἴθι μοι παιών.
- ὦ τέκνον, ὅρα ποῦ στάσει,
- ποῖ δέ μοι τἀνθένδε βάσει,