Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων,
- ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν. τί φής, παῖ;
- τί φής; τί σιγᾷς; ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς;
- ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
- ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοι
- ὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται.
- ἀλλʼ ἀντιάζω, μή με καταλίπῃς μόνον.
- θάρσει, μενοῦμεν.
- ἦ μενεῖς;
- σαφῶς φρόνει.
- οὐ μήν σʼ ἔνορκόν γʼ ἀξιῶ θέσθαι, τέκνον.
- ὡς οὐ θέμις γʼ ἐμοὔστι σοῦ μολεῖν ἄτερ.
- ἔμβαλλε χειρὸς πίστιν.
- ἐμβάλλω μενεῖν.
- ἐκεῖσε νῦν μʼ, ἐκεῖσε
- ποῖ λέγεις;
- ἄνω
- τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;
- μέθες μέθες με.
- ποῖ μεθῶ;