Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.
- ἀλλʼ οὖν δέδοικα μὴ ἀτέλεστʼ εὔχῃ, τέκνον.
- στάζει γὰρ αὖ μοι φοίνιον τόδʼ ἐκ βυθοῦ
- κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.
- παπαῖ, φεῦ.
- παπαῖ μάλʼ, ὦ πούς, οἷά μʼ ἐργάσει κακά.
- προσέρπει,
- προσέρχεται τόδʼ ἐγγύς. οἴμοι μοι τάλας.
- ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.
- ἀτταταῖ.
- ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς
- στέρνων ἔχοιτʼ ἄλγησις ἥδε. φεῦ, παπαῖ,
- παπαῖ μάλʼ αὖθις. ὦ διπλοῖ στρατηλάται,
- Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦ
- τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι.
- ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος
- οὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;
- ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν
- τῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶ
- ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε