Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·
  2. ἀλλʼ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν,
  3. τόλμα· δίκαιοι δʼ αὖθις ἐκφανούμεθα.
  4. νῦν δʼ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ
  5. δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον
  6. κέκλησο πάντων εὐσεβέστατος βροτῶν.
Νεοπτόλεμος
  1. ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,
  2. Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·
  3. ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,
  4. οὔτʼ αὐτὸς οὔθʼ, ὥς φασιν, οὑκφύσας ἐμέ.
  5. ἀλλʼ εἴμʼ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρʼ ἄγειν
  6. καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς
  7. ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.
  8. πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ
  9. προδότης καλεῖσθαι· βούλομαι δʼ, ἄναξ, καλῶς
  10. δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς.
Ὀδυσσεύς
  1. ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ
  2. γλῶσσαν μὲν ἀργόν, χεῖρα δʼ εἶχον ἐργάτιν·
  3. νῦν δʼ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς
  4. τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθʼ ἡγουμένην.