Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τί μʼ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν;
- λέγω σʼ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.
- τί δʼ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντʼ ἄγειν;
- οὐ μὴ πίθηται· πρὸς βίαν δʼ οὐκ ἂν λάβοις.
- οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;
- ἰούς γʼ ἀφύκτους καὶ προπέμποντας φόνον.
- οὐκ ἆρʼ ἐκείνῳ γʼ οὐδὲ προσμῖξαι θρασύ;
- οὔ, μὴ δόλῳ λαβόντα γʼ, ὡς ἐγὼ λέγω.
- οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν;
- οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.
- πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν;
- ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.
- κέρδος δʼ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;
- αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.
- οὐκ ἆρʼ ὁ πέρσων, ὡς ἐφάσκετʼ, εἴμʼ ἐγώ;
- οὔτʼ ἂν σὺ κείνων χωρὶς οὔτʼ ἐκεῖνα σοῦ.
- θηρατέʼ οὖν γίγνοιτʼ ἄν, εἴπερ ὧδʼ ἔχει.
- ὡς τοῦτό γʼ ἔρξας δύο φέρει δωρήματα.
- ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.
- σοφός τʼ ἂν αὑτὸς κἀγαθὸς κεκλῇʼ ἅμα.