Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.
  2. βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;
Φιλοκτήτης
  1. μὴ δῆτα τοῦτό γʼ· ἀλλά μοι τὰ τόξʼ ἑλὼν
  2. τάδʼ, ὥσπερ ᾐτοῦ μʼ ἀρτίως, ἕως ἀνῇ
  3. τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,
  4. σῷζʼ αὐτὰ καὶ φύλασσε. λαμβάνει γὰρ οὖν
  5. ὕπνος μʼ, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·
  6. κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλʼ ἐᾶν χρεὼν
  7. ἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳ
  8. μόλωσʼ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι
  9. ἑκόντα μηδʼ ἄκοντα μηδέ τῳ τέχνῃ
  10. κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θʼ ἅμα
  11. κἄμʼ, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.
Νεοπτόλεμος
  1. θάρσει προνοίας οὕνεκʼ· οὐ δοθήσεται
  2. πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε.
Φιλοκτήτης
  1. ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον
  2. μή σοι γενέσθαι πολύπονʼ αὐτὰ μηδʼ ὅπως
  3. ἐμοί τε καὶ τῷ πρόσθʼ ἐμοῦ κεκτημένῳ.
Νεοπτόλεμος
  1. ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ
  2. πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ