Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ,
  2. ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ.
  3. πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα
  4. ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα·
  5. ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου. ἴθʼ, ὦ παῖ.
Νεοπτόλεμος
  1. τί δʼ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου
  2. τοσήνδʼ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ;
Φιλοκτήτης
  1. οἶσθʼ, ὦ τέκνον;
Νεοπτόλεμος
  1. τί δʼ ἔστιν;
Φιλοκτήτης
  1. οἶσθʼ, ὦ παῖ;
Νεοπτόλεμος
  1. τί σοί;
  2. οὐκ οἶδα.
Φιλοκτήτης
  1. πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.
Νεοπτόλεμος
  1. δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος.
Φιλοκτήτης
  1. δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλʼ οἴκτιρέ με.
Νεοπτόλεμος
  1. τί δῆτα δράσω;
Φιλοκτήτης
  1. μή με ταρβήσας προδῷς·
  2. ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως
  3. ὡς ἐξεπλήσθη.
Νεοπτόλεμος
  1. ἰὼ ἰὼ δύστηνε σύ,