Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει
- πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν
- Μαλιάδων νυμφᾶν
- Σπερχειοῦ τε παρʼ ὄχθας, ἵνʼ ὁ χάλκασπις ἀνὴρ θεοῖς
- πλάθει πατρὸς θείῳ πυρὶ παμφαής,
- Οἴτας ὑπὲρ ὄχθων.
- ἕρπʼ, εἰ θέλεις. τί δή ποθʼ ὧδʼ ἐξ οὐδενὸς
- λόγου σιωπᾷς κἀπόπληκτος ὧδʼ ἔχει;
- ἀᾶ, ἀᾶ.
- τί δʼ ἔστιν;
- οὐδὲν δεινόν· ἀλλʼ ἴθʼ, ὦ τέκνον.
- μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;
- οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ἄρτι κουφίζειν δοκῶ. ὦ θεοί.
- τί τοὺς θεοὺς ὧδʼ ἀναστένων καλεῖς;
- σωτῆρας αὐτοὺς ἠπίους θʼ ἡμῖν μολεῖν. ἀᾶ, ἀᾶ.
- τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλʼ ὧδʼ ἔσει
- σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν.
- ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν
- κρύψαι παρʼ ὑμῖν, ἀτταταῖ· διέρχεται
- διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ.