Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὐδέ τινʼ ἐγχώρων κακογείτονα,
- παρʼ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτʼ ἀποκλαύσειεν αἱματηρόν·
- ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων
- ἐνθήρου ποδὸς ἠπίοισι
- φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι,
- φορβάδος ἐκ γαίας ἑλών·
- εἷρπε γὰρ ἄλλοτʼ ἀλλαχᾷ
- τότʼ ἂν εἰλυόμενος
- παῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐμάρειʼ ὑπάρ-
- χοι πόρου, ἁνίκʼ ἐξανείη δακέθυμος ἄτα·
- οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων
- αἴρων τῶν νεμόμεσθʼ ἀνέρες ἀλφησταί,
- πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων
- πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.
- ὦ μελέα ψυχά,
- ὃς μηδʼ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ,
- λεύσσων δʼ ὅπου γνοίη στατὸν εἰς ὕδωρ,
- ἀεὶ προσενώμα.
- νῦν δʼ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας
- εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων·