Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
- ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον·
- εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην.
- οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον·
- ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
- παντὸς γένοιτʼ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω.
- καὶ σέ γʼ εἰσάξω· τὸ γὰρ
- νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.
- λόγῳ μὲν ἐξήκουσʼ, ὄπωπα δʼ οὐ μάλα,
- τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸς
- κατὰ δρομάδʼ ἄμπυκα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς·
- ἄλλον δʼ οὔτινʼ ἔγωγʼ οἶδα κλύων οὐδʼ ἐσιδὼν μοίρᾳ
- τοῦδʼ ἐχθίονι συντυχόντα
- θνατῶν, ὃς οὔτʼ ἔρξας τινʼ οὔ τι νοσφίσας,
- ἀλλʼ ἴσος ὢν ἴσοις ἀνήρ,
- ὤλλυθʼ ὧδʼ ἀναξίως.
- τόδε τοι θαῦμά μʼ ἔχει,
- πῶς ποτε πῶς ποτʼ ἀμφιπλάκτων ῥοθίων μόνος κλύων,
- πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν·
- ἵνʼ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν,