Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
- φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστʼ ἀεὶ
- κοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ.
- ἀλλʼ ἔκφερʼ αὐτό. τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν;
- εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένον
- παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.
- ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις;
- ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν.
- ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν
- καὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν;
- σοί γʼ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν
- ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.
- καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω·
- εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες.
- ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις,
- ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος
- μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν,
- ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν
- ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα.
- θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν