Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὔκουν τάδʼ, ὦ παῖ, δεινά, τὸν Λαερτίου
  2. ἔμʼ ἐλπίσαι ποτʼ ἂν λόγοισι μαλθακοῖς
  3. δεῖξαι νεὼς ἄγοντʼ ἐν Ἀργείοις μέσοις;
  4. οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
  5. κλύοιμʼ ἐχίδνης, ἥ μʼ ἔθηκεν ὧδʼ ἄπουν.
  6. ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
  7. τολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται.
  8. ἀλλʼ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ
  9. πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
  10. ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνου
  11. λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.
Νεοπτόλεμος
  1. οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,
  2. τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.
Φιλοκτήτης
  1. ἀεὶ καλὸς πλοῦς ἔσθʼ, ὅταν φεύγῃς κακά.
Νεοπτόλεμος
  1. οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτʼ ἐναντία.
Φιλοκτήτης
  1. οὐκ ἔστι λῃσταῖς πνεῦμʼ ἐναντιούμενον,
  2. ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.
Νεοπτόλεμος
  1. ἀλλʼ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν
  2. ὅτου σε χρεία καὶ πόθος μάλιστʼ ἔχει.
Φιλοκτήτης
  1. ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.