Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων
  2. ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
  3. ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν
  4. καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε
  5. πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
  6. ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν.
  7. καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκος
  8. τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο
  9. τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
  10. οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών,
  11. εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα
  12. τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
  13. ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι
  14. καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.
Φιλοκτήτης
  1. οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,
  2. ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
  3. πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
  4. πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.
Ἔμπορος
  1. οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶ
  2. ναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός.