Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- σκοπῶ κἀγὼ πάλαι.
- σὲ θήσομαι τῶνδʼ αἴτιον.
- ποιοῦ λέγων.
- λέγω. ʼπὶ τοῦτον ἄνδρε τώδʼ ὥπερ κλύεις,
- ὁ Τυδέως παῖς ἥ τʼ Ὀδυσσέως βία,
- διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
- πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος.
- καὶ ταῦτʼ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
- Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
- τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.
- τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ
- τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν,
- ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
- τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βία
- καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά;
- ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας,
- πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
- Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετο
- Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,
- ὁ πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη