Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- σοὶ πάντες εἶεν συννεναυστοληκότες,
- ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,
- τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.
- οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
- ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα
- βουλεύματʼ ἐστί, κοὐ μόνον βουλεύματα,
- ἀλλʼ ἔργα δρώμενʼ, οὐκέτʼ ἐξαργούμενα.
- ἀλλʼ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,
- εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·
- φράσον δʼ ἅπερ, γʼ ἔλεξας, ὡς μάθω τί μοι
- νεώτερον, βούλευμʼ ἀπʼ Ἀργείων ἔχεις.
- φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
- Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.
- ὡς ἐκ βίας μʼ ἄξοντες ἢ λόγοις πάλιν;
- οὐκ οἶδʼ· ἀκούσας δʼ ἄγγελος πάρειμί σοι.
- ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται
- οὕτω καθʼ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
- ὡς ταῦτʼ ἐπίστω δρώμενʼ, οὐ μέλλοντʼ ἔτι.
- πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδʼ οὐκ αὐτάγγελος
- πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν;