Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δʼ ἀνήρ,
- φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς
- ἔργῳ γενοίμην, ὥς μʼ ἔθεσθε προσφιλῆ;
- ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω
- ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς
- ἀφʼ ὧν διέζων ὥς τʼ ἔφυν εὐκάρδιος.
- οἶμαι γὰρ οὐδʼ ἂν ὄμμασιν μόνην θέαν
- ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·
- ἐγὼ δʼ ἀνάγκῃ προύμαθον στέργειν κακά.
- ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,
- ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δʼ ἀλλόθρους,
- χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
- Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,
- ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
- ἐκέλευσʼ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,
- ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,
- τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.
- πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ
- ἀπʼ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
- Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι